Ancient Greek · ~7 min
27.1 to 27.11
Gelasius, Historia Ecclesiastica 27.1-11
Not analysed yet
Πιστεύομεν εἰς ἴνα θεὸν πατέρα παντοκράτορα ὁρατῶν τε πάντωμ των καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἔνα κύριον Ἰησοῦν Κριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τοὐτ΄ ἔστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾿ οὑ τὰ πάντα ἐγένετο τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ὑμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ αὐτοῦ αὐτοῦ πνεῦμα. Τοὺς δὲ λέγοντας· ἦν ποτε ὅτε οὐκ ἦν καὶ πρὶν γεννηθῆναι οὐκ ἦν καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγἐνετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ« τοὺς τοιούτους ἀνθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Αὕτη ἐστὶν ἡ πίστις, ἣν ἐξέθεντο οἱ ἐν Νικαίᾳ ἅγιοι ἡμῶν πατέρες οἱ ὀρθόδοξοι ἐπίσκοποι πρῶτον μὲν κατὰ Ἀρείου βλασφημοῦντος καὶ λέγοντος κτίσμα τὸν υἱὸν τοῦ θεοῦ καὶ κατὰ Σαβελλίου τε καὶ Φωτεινοῦ καὶ Παύλου τοῦ Σαμοσατέως καὶ Μανιχαίου καὶ Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ κατὰ πάσης δὲ αἱρέσεως, ἥτις ἐπαν- έστη τῇ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ· οὓς κατέκρινεν ἡ ἐν τῇ Νικαέων πόλει συνηγμένη τῶν ἁγίων ὀρθοδόξων σύνοδος, ὡν τὰ ὀνόματα καὶ τῶν ἐπαρχιῶν αὐτῶν ἐστὶν ὑποτεταγμένα. Ἀναφἐρεται τοίνυν ἐπὶ τὸν εὐσεβῆ καὶ πανεύφημον βασιλέα τὰ ὑπὸ τῆς συνόδου κεκριμένα ἥ τε κατὰ τῶν θεομάχων ἀπόφασις καὶ ἡ τῆς ὀρθοδόξου πίστεως ἔκθεσις, ἣν ὡς θεόθεν προενεχθεῖσαν ἀσμένως προσεδέξατο μετὰ πλείστης ὅσης σεβασμιότητος· τοὺς δὲ ταύτης πολεμίους ὡς ἅτε θεῷ ἐναντιουμένους ἐξορίαν ὑποστῆναι ψηφίζεται. ἓξ τοίνυν ἐκ τῶν μετὰ Ἀρείου ἐπισκόπων σὺν αὐτῷ Ἀρείῳ καὶ τοῖς περὶ αὐτὸν συναπωσθῆναι ἠνέσχοντο.