Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 26
Gelasius, Historia Ecclesiastica 26.4
Not analysed yet
τὰ δὲ περὶ τῆς ὀρθοδόξου πίστεως συμφώνως ἅπαντες οἱ ἐπίσκοποι ἐν ὀλίγοις ῥήμασι διὰ τὴν τοῦ πιστοῦ πλήθους τῶν λαῶν ἁπλότητα τὸ ὅλον περιλαβόντες ὡδέ πως ἐγγράφως ἐκτίθενται τὸ τῆς καθολικῆς πίστεως σύμβολον. Ἔκθεσις τῆς καθολικῆς καὶ ἀποστολικῆς πίστεως ἐκτεθείσης ὑπὸ τῆς ἐν Νικαίᾳ συνόδου ἐπὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνδσταντίνου ἐν ὑπατείᾳ Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπρῶν ἔτους ἀπὸ Ἀλεξάνδρου χλς΄ ἐν μηνὶ Δεσίῳ ιθ τῇ πρὸ δεκατριῶν Καλανδῶν Ἰουδίου Ἰουλίου ἰνδ. #x772; ἐν Νικαίᾳ μητροπόλει τῆς Βιθυνίας.