Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 28
Gelasius, Historia Ecclesiastica 28
Not analysed yet
Ὅσιος ἐπίσκοπος πόλεως Κουρδούβης ταῖς κατὰ Ῥώμην καὶ Σπανίαν καὶ Ἰταλίαν πᾶσαν καὶ ταῖς ἐν τοῖς λοιποῖς ἔθνεσι τοι) ἐπέκεινα κατ’ ἐμὲ οὖσιν ἕως τοῦ ὠκεανοῦ ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις διὰ τῶν σὺν αὐτῷ πρεσβυτέρων Ῥώμης Βίτωνος καὶ Βικεντίου. Ἀλέξανδρος Ἀλεξανδρείας σὺν Ἀθανασίῳ τότε ἀρχιδιακόνῳ ὄντι ταῖς κατ’ Αἴγυπτον πᾶσαν καὶ Λιβύην καὶ Πεντάπολιν καὶ τὰ ὅμορα τούτοις ἕως τῶν τῆς Ἰνδίας ἐπαρχιῶν. Εὐστάθιος Ἀντιοχείας τῆς μεγάλης ταῖς κατὰ Συρίαν κοίλην καὶ Μεσοποταμίαν πᾶσαν καὶ Κιλικίαν ἑκατέραν. Ἰωάννης Πέρσης ταῖς ἐν Περσίδι πάσῃ καὶ τῇ μεγάλῃ Ἰνδίᾳ. Λεόντιος Κσισαρείας Καππαδοκίας, τὸ τῆς ἐκκλησίας τοῦ κυρίου καλλώπισμα, ταῖς κατ΄ αὐτὴν Καππαδοκίαν Γαλατίαν Πόντον Διοσπόντου Παφλαγονίαν Πόντον Πολεμαϊκὸν Ἀρμενίαν μικρὰν καὶ μεγάλην. Θεωνᾶς Κυζίκου ταῖς κατὰ τὴν Ἀσίαν καὶ Ἑλλήσποντον Λυδίαν τε καὶ Καρίαν διὰ τῶν ὑπ᾿ αὐτὸν ἐπισκόπων Εὐτυχίου Σμύρνης καὶ Μαρίνου Τρῳάδος. Μακάριος Ἱεροσολύμων σὺν Εὐσεβίῳ τῷ Παμφίλου ἐπισκόπῳ Καισαρείας ταῖς κατὰ Παλαιστίνην καὶ Ἀραβίαν καὶ Φοινίκην. Ἀλέξανδρος Θεσσαλονίκης διὰ τῶν ὑπ’ αὐτὸν τελούντων ταῖς κατὰ Μακεδονίαν πρώτην καὶ δευτέραν σὺν τῇ Ἑλλάδι τήν τε Εὐρώπην πᾶσαν Σκυθίαν ἑκατέραν καὶ ταῖς κατὰ τὸ Ἰλλυρικὸν ἁπάσαις Θεσσαλίαν τε καὶ Ἀχαΐαν. Νουνέχιος Λαοδικείας ταῖς κατὰ τὴν Φρυγίαν πρώτην καὶ δευτέραν. Πρωτογένης ὁ θαυμάσιος πόλεως Σαρδικῆς ταῖς ἐν Δακίᾳ Καλαβρίᾳ Δαρδανίᾳ καὶ ταῖς ὁμόροις τούτοις. Κεκιλιανὸς Καρθαγένης ταῖς κατὰ πάσας τὰς ἐπαρχίας τάς τε Ἀφρικὰς καὶ τὰς Νουμηδίας καὶ Μαυριτανίας ἀμφοτέρας οὔσαις ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις. Πιστὸς Μαρκιανουπόλεως ταῖς κατὰ τὴν Μυσίαν καὶ τὰ τῶν Μηνῶν καὶ Γάλλων ἔθνη καὶ ταῖς πλησιοχώροις τούτων πόλεσιν. Ἀλέξανδρος Κωνσταντινουπόλεως τότε πρεσβύτερος ἔτι ὢν εἰς ὕστερον δὲ καὶ τῆς ἐπισκοπικῆς ἱερατείας τῆς αὐτόθι ἐκκλησίας λαχὼν σὺν Παύλῳ ἔτι τότε ἀναγνώστῃ ὄντι καὶ νοταρίῳ αὐτοῦ ταῖς έν ταῖς νήσοις πάσαις κυκλάσιν. Ὅπου ὁ βασιλεὺς ἀναστὰς ἐκ τοῦ θρόνου εὐχαριστηρίους φωνὰς ἀναπέμπει τῷ θεῷ.