Ancient Greek · ~3 min
ΛΟΓΟΣ Bݲ, Chapter 31
Gelasius, Historia Ecclesiastica 31.1
Not analysed yet
Ὁμιλήσωμεν τῷ φωτί, ὃ ἔστιν ὁ Χρωτός, ὡς πλησίον αὐτοῦ ἑστῶτες· ὡς ὁρῶντες αὐτὸν οὕτως πολιτευσώμεθα ταῖς εὐχαῖς ταῖς ἁγιαζούσαις. εὐχαὶ γὰρ ἁγιάζουσιν, ἐὰν λόγῳ θείῳ προσευχώμεθα, λόγος δὲ θεῖος πάρεστιν, ἔνθα καρδία καὶ πολιτεία καθαρὰ ἐν ταπεινοφροσύνῃ φυλάττεται. ἔκαμνεν ὁ Ἰσραὴλ τὰς θυσίας ἐπιτελῶν· ἔκραζον οἱ προφῆται πρὸς τὸν θεόν· »ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου«. ἐκεῖνοι ἔκραζον καὶ ἡμεῖς ἐλάβομεν· »ἄλλοι κεκοπιάκασι«, καθὼς εἶπεν ὁ κύριος, »καὶ ἡμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθαμεν«. ἦλθε γὰρ πρὸς ἡμᾶς αὐτὸς ὁ λέγων ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ἀλήθεια«. ἀκαμάτως ἐλάβομεν τὴν χάριν, ἀλλὰ διὰ καμάτου δεῖ ἡμᾶς φυλάξαι τὴν χάριν.