Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 31
Gelasius, Historia Ecclesiastica 31.2
Not analysed yet
Περὶ τῶν λεγόντων μὴ δεῖν Χριστιανοὺς ἐργάζεσθαι. ἐπείπερ τινὲς οὐκ ἐργάζεσθαι βουλόμενοι, ἀλλὰ περιεργάζεσθαι ἐκλαμβάνουσι κακῶς τὰς τοῦ κυρίου ἱερὰς φωνὰς εἰπόντος »μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε« ὡς οὐ χρῆναι λέγοντες ἀκολουθοῦντας τῇ φωνῇ ταύτῃ ἐργάζεσθαι εἰς τὴν γῆν Χριστιανούς, ἀποδεικτέον ἡμῖν μὴ οὕτως εἰρηκέναι τὸν κύριον. ἐγχωρεῖ γὰρ καὶ ἐργάζεσθαι καὶ μὴ μεριμνᾶν, εἰδότας ἡμᾶς καὶ πιστεύοντας, ὅτι τῶν ἔργων ἡμῶν τὴν αὔξησιν καὶ τοὺς καρποὺς αὐτὸς ὁ κύριος δίδωσιν εἰπών· οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ καθεύδῃ καὶ ἐγείρεται νύκτα καὶ ἡμέραν· καὶ ὁ σπόρος βλαστάνει καὶ μηκύνεται, ὡς οὐκ οἶδεν αὐτός«.