Ancient Greek · ~3 min
ΛΟΓΟΣ Bݲ, Chapter 31
Gelasius, Historia Ecclesiastica 31.5
Not analysed yet
Περὶ τοῦ ἁγίου βαπτίσματος. τὸ βάπτισμα ἡμῶν οὐ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς κατανοητέον, ἀλλὰ τοῖς νοεροῖς. ὕδωρ ὁρᾷς, νόησον τὴν ἐν τοῖς ὕδασι κρυπτομένην τοῦ θεοῦ δύναμιν. ἐν γὰρ πνεύματι ἁγίῳ καὶ πυρὶ βαπτίζεσθαι ἡμᾶς οἱ ἱεροὶ διδάσκουσι λόγοι· ἐν γὰρ πίστει τοῦ βαπτίζοντος καὶ ἐν πίστει τοῦ βαπτιζομένου διὰ τῆς ἱερᾶς ἐπικλήσεως πλήρη τοῦ ἁγιασμοῦ τοῦ πνεύματος καὶ τοῦ θείου πυρὸς νόει τὰ ὕδατα· »αὐτὸς γάρ, φησί, βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί«. κατέρχεται μὲν οὖν ὁ βαπτιζόμενος ὑπεύθυνος ἁμαρτημάτων καὶ τῇ τῆς φθορᾶς δουλείᾳ ἐνεχόμενος· ἀνέρχεται δὲ ἐλευθερωθεὶς τῆς τε τοιαύτης δουλείας καὶ τῆς ἁμαρτίας, υἱὸς τοῦ θεοῦ καὶ κληρονόμος χάριτι αὐτοῦ γεγονώς, συγκληρονόμος δὲ Χριστοῦ, αὐτὸν ἐνδυσάμενος τὸν Χριστόν, καθὼς γέγραπται »ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε«.