Ancient Greek · ~2 min
31.3 to 31.4
Gelasius, Historia Ecclesiastica 31.3-4
Not analysed yet
Περὶ τῶν ἱερωμένων. τοὺς ἱερωμένους εἰς τύπον καὶ εἰκόνα χρὴ εἶναι τῶν ἐπουρανίων, καὶ τὸν μὲν ἐπίσκοπον <θρόνον> αὐτοῦ τοῦ κυρίου ὡς κεφαλὴν μετ᾿ αὐτὸν ὄντα τῆς ἐκκλησίας, ἡς παρείληφε, τὸν δὲ πρεσβύτερον τὸν σεραφικὸν ἐπέχειν θρόνον, τὸν δὲ διάκονον τὸν χερουβικόν· τὸν ὑπηρέτην εἰς διακονίαν τούτων εἶναι προσήκει. Περὶ τοῦ μὴ δεῖν λαϊκοὺς ἀνιέναι ἐν τῷ ἄμβωνι. περὶ τοῦ μὴ δεῖν λαι· κοὺς ἀνιέναι ἐν τῷ ἄμβωνι, πλὴν τῶν τεταγμένων ἀνα- γινώσκειν ἢ ψάλλειν ἐν ταῖς διφθέραις.