Ancient Greek · ~7 min
ΛΟΓΟΣ Bݲ, Chapter 31
Gelasius, Historia Ecclesiastica 31.7
Not analysed yet
Περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως. οὐχ ἁπλῶς ὁ κύριος τὴν ἑαυτοῦ σάρκα ὑπὲρ ἡμῶν παρέδωκεν εἰς πάθος καὶ θάνατον, ἀλλ’ ἵνα τὴν ἡμετέραν σωτηρίαν πραγματεύσηται, καίπερ ἐλεύθερος ὢν τοῦ θανάτου, καθὼς ἀνωτέρω ὁ λόγος ἀπέδειξε. βοᾷ ὁ προφήτης ὡς ἐκ προσώπου αὐτοῦ, προαναφωνῶν τὸ μέλλον τῆς κατὰ σάρκα αὐτοῦ οἰκονομίας μυστήριον ἐγενήθην, φησίν, ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος‘. τίς δὲ ἐλεύθερος θανάτου, εἰ μὴ θεός; ἀλλὰ κατὰ τὰς προαποδειχθείσας ἀποδείξεις σαρκωθεὶς διὰ φιλανθρωπίαν, γέγονεν ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ταπεινώσας τὴν ἑαυτοῦ σάρκα μέχρι θανάτου, θανάτου δὲ σταυροῦν, ἥ καὶ ἐγηγέρθαι κηρύττεται, ἵνα ἡμᾶς ἀπαθανατίσας πρυτανεύσῃ ἡμῖν τοῖς ἀπεγνωσμένοις δι᾿ αὐτῆς τῆς ἡμετέρας ἀπαρχῆς τὴν τῆς ἀναστάσεως ἡμῶν ἐλπίδα· ὅπως μηκέτι ὦμεν δοῦλοι τῷ αἰωνίῳ θανάτῳ, ἀλλ’ ἐλεύθεροι, καθάπερ καὶ ἡ ἀπαρχὴ ἡμῶν Χριστός, καθά φησιν ὁ μακάριος ἀπόστολος Παῦλος· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ«. καὶ σωτῆρα αὐτὸν δὴ τοῦτον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ καὶ πατρὸς υἰὸν μονογενῆ ἀπεκδέχεσθαι ἡμᾶς ἐξ οὐρανῶν, ἀναστήσοντα ἡμῶν ἐκ τῶν τάφων τὰ σώματα, ἐπιμαρτύρεται λέγων ἡμῶν τὸ πολίτευμα, φησίν, ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὖ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ«. οὕτως γὰρ δεῖ τὸ σῶμα ἡμῶν δοξασθῆναι, ὡς τὸ τοῦ δεσπότου ἀνεπίδεκτον κακίας καὶ πάντων τῶν νῦν παθῶν, ἐλεύθερον τοῦ θανάτου καὶ τῆς ἁμαρτίας, ἅγιον, ἵνα ἐν καινότητι ζωῆς σὺν αὐτῷ περιπατῆσαι δυνηθῶμεν ἐν φωτὶ ἐπουρανίῳ, συμβασιλεύοντες ἀεὶ αὐτῷ τῷ Χριστῷ. ἐν ταύτῃ γὰρ τῇ ἐλπίδι καὶ τὸ ἅγιον εἰλήφαμεν βάπτισμα, καὶ τὴν σωτήριον τῶν ἁγίων αὐτοῦ μελῶν μετουσίαν ὑποδεχόμεθα. ταῦτα τῆς καθολικῆς ἐκκλησίας τὰ δόγματα.