Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 31
Gelasius, Historia Ecclesiastica 31.8
Not analysed yet
Ὅτι μία ἡ ἐκκλησία τοῦ θεοῦ. μία ἡ ἐκκλησία ἐν οὐρανοῖς, ἡ αὐτὴ καὶ ἐπὶ γῆς· ἐν ταύτῃ τὸ πνεῦμα τὸ ἅγιον ἐπαναπαύεται. αἱ ἔξω ταύτης οὖσαι αἱρέσεις, ἅς ἔχουσιν οἱ ἄνθρωποι, οὐκ εἰσὶ διδασκαλίαι τοῦ σωτῆρος ἡμῶν οὐδὲ τῶν ἀποστόλων, ἀλλὰ τοῦ σατανᾶ, καὶ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου. τὰ γὰρ Ἰουδαίων καὶ Ἑλλήνων ἑτέρῳ σχήματι ἐκδιδάσκουσιν, ἵνα ἀφέλωνται τῶν ἀνθρώπων τὴν ὄντως ζωήν.