Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 32
Gelasius, Historia Ecclesiastica 32.1
Not analysed yet
Περὶ εὐνούχων ἀποκοψάντων ἑαυτούς. εἵ τις ἐκ νόσου ὑπὸ ἰατροῦ ἐχειρουργήθη ἢ ὑπὸ βαρβάρων ἐξετμήθη, οὗτος μενέτω ἐν τῷ κλήρῳ. εἰ δέ τις ὑγιαίνων ἑαυτὸν ἐξέτεμε, τοῦτον καὶ ἐν τῷ ἐξεταζόμενον πεπαῦσθαι προσήκει καὶ ἐκ τοῦ δεῦρο μηδένα τῶν τοιούτων χρῆναι προάγεσθαι. ὥσπερ δὲ τοῦτο πρόδηλον, ὅτι περὶ τῶν ἐπιτηδευόντων τὸ πρᾶγμα καὶ τολμώντων ἑαυτοὺς ἐκτέμνειν εἴρηται, οὕτως εἵ τινες ὑπὸ βαρβάρων ἢ δεσποτῶν εὐνουχίσθησαν, εὑρίσκοιντο δὲ ἄλλως ἄξιοι, τούτους εἰς κλῆρον προσίεται ὁ κανών.