Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 31
Gelasius, Historia Ecclesiastica 31.10
Not analysed yet
Ταῦτα ἐκ τῶν σπουδασθέντων τοῖς ἁγίοις ἡμῶν πατράσιν ἐκκλησιαστικῶν διατυπώσεων, μικιρὰ ἐκ πολλῶν, τῇδε τῇ συγγραφῇ συνετάξαμεν. ἐξέθεντο δὲ καὶ ἐκκλησιαστικοὺς κανόνας εἴκοσιν ἐν αὐτῇ τῇ ἐν Νικαίᾳ συνόδῳ, οὕς καὶ αὐτοὺς ἀναγκαῖον ᾠήθην ἐντάξαι τῷ γράμματι. Ὅροι ἐκκλησιαστικοί. συναχθείσης τῆς ἁγίας καὶ μεγάλης συνόδου ἐν Νικαίᾳ ὡρίσθη τὰ ὑποτεταγμένα.