Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 32
Gelasius, Historia Ecclesiastica 32.15
Not analysed yet
Περὶ τοῦ μὴ δεῖν μετατίθεσθαι ἀπὸ ἑτέρας πόλεως εἰς ἑτέραν. διὰ τὸν πολὺν τάραχον καὶ στάσεις τὰς γινομένας ἔδοξε παντάπασι περιαιρεθῆναι τὴν συνήθειαν τὴν παρὰ τὸν κανόνα εὑρεθεῖσαν ἔν τισι μέρεσιν, ὥστε ἀπὸ πόλεως εἰς πόλιν μὴ μεταβαίνειν, μήτε ἐπίσκοπον μήτε πρεσβύτερον μήτε διάκονον. εἰ δὲ τις μετὰ τὸν τῆς ἁγίας συνόδου ὅρον τοιοῦτόν τι ἐπιχειρήσειεν ἢ ἐπιδῷ ἑαυτὸν πράγματι, ἀκυρωθήσεται ἐξάπαντος τὸ κατασκεύασμα καὶ ἀποκατασταθήσεται τῇ ἐκκλησίᾳ, ἧς ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἐχειροτονήθη.