Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 32
Gelasius, Historia Ecclesiastica 32.16
Not analysed yet
Περὶ τῶν ἐν αἷς προεβλήθησαν ἐκκλησίαις οὐκ ἐμμενόντων. ὅσοι ῥιψοκινδύνως, μήτε τὸν φόβον τοῦ θεοῦ πρὸ ὀφθαλμῶν ἔχοντες μήτε τὸν ἐκκλησιαστικὸν κανόνα εἰδότες, ἀναχωροῦσι τῆς ἐκκλησίας, πρεσβύτεροι ἢ διάκονοι ἢ ὅλως ἐν τῷ κλήρῳ ἐξεταζόμενοι, οὐτοι οὐδαμῶς δεκτοὶ ὀφείλουσιν εἶναι ἐν ἑτέρᾳ ἐκκλησίᾳ, ἀλλὰ πᾶσαν αὐτοῖς ἀνάγκην ἐπάγεσθαι χρὴ ἀναστρέφειν εἰς τὰς ἑαυτῶν ἐπιμένοντας δὲ ἀκοινωνήτους εἶναι προσήκει. εἰ δὲ καὶ τις ὑφαρπάσαι τὸν τῷ ἑτέρῳ διαφέροντα καὶ χειροθετήσει ἐν αὐτοῦ ἐκκλησίᾳ μὴ συγκατατιθεμένου τοῦ ἐπισκόπου, οὗ ἀνακεχώρηκεν ὁ ἐν τῷ κανόνι ἐξεταζόμενος, ἄκυρος ἔστω ἡ χειροθεσία.