Ancient Greek · ~4 min
33.1 to 33.4
Gelasius, Historia Ecclesiastica 33.1-4
Not analysed yet
Ἔγραφον οὖν περὶ τοῦ μὴ δεῖν τοὺς ἱερωμένους, εἴτε ἐπίσκοποι εἴτε πρεσβύτεροι εἴτε διάκονοι εἴτε ὑποδιάκονοι εἴτε τις τοῦ ἱερατικοῦ καταλόγου, συγκαθεύδειν ταῖς γαμεταῖς, ὃς ἔτι λαϊκοὶ ὄντες ἠγάγοντο. τούτων οὕτω διατυπουμένων, ἀναστὰς ἐν μέσῳ τοῦ ὄχλου τῶν ἐπισκόπων ὁ θεῖος Παφνούτιος μεγάλῃ τῇ φωνῇ ἐβόησε λέγων· »μὴ βαρύνετε τὸν ζυγὸν τῶν ἱερωμένων, τίμιος γάρ, φησίν, ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος, μὴ τῇ ὑπερβολῇ τῆς ἀκριβείας τὴν ἐκκλησίαν μᾶλλον προσβλάψητε«, οὐ γάρ φησι πάντας δύνασθαι φέρειν τῆς ἀπαθείας τὴν ἄσκησιν. »οὐδείς, ὡς οἶμαι, φυλαχθήσεται ἐν τῇ σωφροσύνῃ τῆς ἑκάστου γαμετῆς τοῦ ἀνδρὸς στερουμένου. σωφροσύνην δὲ καλὴν καὶ τῆς νομίμου γαμετῆς ἑκάστου τὴν συνέλευσιν λέγω· μὴ μὴν ἀποζεύγνυσθαι ταύτην, ἣν ὁ θεὸς καὶ ἣν ἅπαξ ἀναγνώστης ἢ ψάλτης ἢ λαϊκὸς ὢν ἠγάγετο«. κοὶ ταῦτα ἔλεγεν ὁ Παφνούτιος ἄπειρος ὢν γάμου διὰ τὸ νηπιόθεν ἀσκητηρίοις ἀναστρέφεσθαι αὐτόν. διὸ πεισθεὶς ὁ πᾶς τῶν ἐπισκόπων σύλογος τῇ τοῦ ἀνδρὸς συμβουλίᾳ ἀπεσίγησε περὶ τοῦ ζητήματος τούτου, τῇ γνώμῃ καταλείψαντες τῶν βουλομένων κατὰ συμφωνίαν ἀπέχεσθαι τῆς ἰδίας γαμετῆς.