Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 33
Gelasius, Historia Ecclesiastica 33.5
Not analysed yet
Ταῦτα ἐπράχθησαν ἐπὶ τῆς ἁγίας καὶ μεγάλης καὶ οἰκουμενικῆς συνόδου τῆς ἐν Νικαίᾳ τῆς Βιθυνίας συναθροισθείσης. Εὐσέβιος δὲ κοὶ Θεόγνιος καὶ οἱ σὺν αὐτοῖς Ἀρειανοὶ οὐκ ἐνεγκόντες τὴν τῆς ἀληθοῦς πίστεως κρατυνθεῖσαν βεβαίωσιν ἔτι μὴν καὶ τὸν Ἄρειον ἀναθεματίσαι μὴ ἀνασχόμενοι, φωραθέντες καὶ αὐτις ἐπὶ τούτῳ ἐξορίᾳ ὑπέπεσον ψήφῃ τοῦ θεοφιλεστάτου βασιλέως καὶ κρίσει τῆς ἁγίας τῶν ἐπισκόπων συνόδου, ἄλλων ἀντ᾿ αὐτῶν ἐν ταῖς αὐτῶν παροικίαις καταστάντων ψήφῳ τῆς αὐτῆς συνόδου καὶ τοῦ τῆς ἑκάστου παροικίας κλήρου καὶ λαοῦ.