Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 33
Gelasius, Historia Ecclesiastica 33.7
Not analysed yet
καὶ τὰ μὲν τούτων κάκιστα μηχανήματα πάμπολλα ὄντα καὶ πάσης ἀσεβείας ἔμπλεα τυγχάνοντα πρὸς τὴν Θεοδωρήτου καὶ τῶν λοιπῶν συγγραψάντων ἐκκλησιαστικὴν ἱστορίαν ἱστορίαν τοὺς βουλομένους καταμαθεῖν παραπέμψοιμι, βαδιῶ δὲ ἐγὼ ἐντεῦθεν τῷ λόγῳ ἐπὶ τὰ ἑξῆς, περὶ ὡν ἡ τῶν ἐπισκόπων ἐπέστειλε σύνοδος τοῖς ἀπολειφθεῖσιν ἐπισκόποις καὶ ταῖς ἑαυτῶν παροικίαις, οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ νικηφόρος καὶ πιστότατος βασιλεὺς εἰς σύστασιν τῆς τε ἐκτεθείσης ἁγιωτάτης πίστεως καὶ τῆς ἁγίας ἑορτῆς τοῦ πάσχα, εἰς ἔλεγχον δὲ τῶν τῆς ἀσεβείας προστατῶν.