Ancient Greek · ~1 min
ΛΟΓΟΣ Bݲ, Chapter 33
Gelasius, Historia Ecclesiastica 33.6
Not analysed yet
καὶ Ἀμφίων μὲν τὴν τῆς Νικομηδέων ἐκκλησίας ἡγεμονίαν παρέλαβε, Χρῆστος δὲ τὴν αὐτῆς Νικαίας καὶ ἄλλοι τὰς τῶν ὁμοφρόνων αὐτῷ. ἀλλὰ καὶ πάλιν ταῖς ἐξ ἔθους χρησάμενοι μηχαναῖς Εὐσέβιος καὶ Θεόγνιος καὶ τὴν βασιλέως φιλανθρωπίαν ἐφόδιον ἐξ ἀπάτης εὑρόντες, ἀναπαλαῖσαι πάλιν καὶ τὴν προτέραν δυναστείαν ἀπολαβεῖν ἐπειρῶντο.