Ancient Greek
35.2 to 35.3
Gelasius, Historia Ecclesiastica 35.2-3
Not analysed yet
τὸ μὲν >παρ᾿ ἡμῶν γράμμα ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως >ἀναγνωσθὲν εὖ τε ἔχειν καὶ δοκίμως ἀποφανθὲν τοῦτον ἔχει >τρόπον· >Ἡ ὑφ᾿ ἡμῶν ἐκτεθεῖσα πίστις. καθὼς παρελάβομεν παρὰ >πρὸ ἡμῶν ἐπισκόπων καὶ ἐν τῇ πρώτῃ κατηχήσει καὶ ὅτε τὸ λουτρὸν >ἐλαμβάνομεν καὶ καθὼς ἀπὸ τῶν θείων γραφῶν μεμαθήκαμεν >ὡς ἐν τῷ πρεσβυτερίῳ ἐν αὐτῇ τῇ ἐπισκοπῇ ἐπιστεύομέν τε καὶ >ἐδιδάσκομεν, οὕτω καὶ νῦν πιστεύοντες τὴν ἡμετέραν πίστιν ὑμῖν >προαναφέρομεν. ἔστι δὲ αὕτη·