Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 35
Gelasius, Historia Ecclesiastica 35.4
Not analysed yet
>Πιστεύομεν εἰς ἕνα θέον, πατέρα ποντοκράτορα, τὸν τῶν >ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν >Χριστόν, τὸν τοῦ θεοῦ λόγον, θεὸν έκ θεοῦ, φῶς ἐκ φωτός, ζωὴν >ἐκ ζωῆς, υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως, πρὸ πάντων >τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον, δι᾿ οὗ καὶ ἐγένετο τὰ >πάντα, τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα καὶ ἐν ἀνθρώποις >πολιτευσάμενον καὶ παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμἐρᾳ καὶ >ἀνελθόντα πρὸς τὸν πατέρα καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι ζῶντας >καὶ νεκρούς. πιστεύομεν καὶ εἰς ἓν πνεῦμα ἅγιον ἀληθῶς πνεῦμα >ἅγιον,