Ancient Greek · ~3 min
35.5 to 35.7
Gelasius, Historia Ecclesiastica 35.5-7
Not analysed yet
καθὼς καὶ ὁ κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμ τοὺς >ἑαυτοῦ μαθητὰς εἶπε· »πορευθέντες μαθητεύσατε πάντα τὰ >ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ >υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«, περὶ ὧν καὶ διαβεβαιούμεθα οὕ- >τως ἔχειν καὶ οὕτω φρονεῖν καὶ πάλιν οὕτως ἐσχηκέναι καὶ μέχρις >θανάτου ὑπὲρ ταύτης ἐνίστασθαι τῆς πίστεως, ἀναθεματίζοντες >πᾶσαν ἄθεον αἵρεσιν· ταῦτα ἀπὸ καρδίας καὶ ψυχῆς πάντοτε πεφρο- >νηκέναι, ἐξ οὗπερ ἴσμεν ἑαυτούς, καὶ νῦν φρονεῖν τε καὶ λέγειν ἐξ >ἀληθείας ἐπὶ τοῦ θεοῦ τοῦ παντοκράτορος καὶ τοῦ κυρίου ἡμῶν >Ἰησοῦ χριστοῦ μαρτυρόμεθα, δεικνύναι ἔχοντες καὶ δι᾿ ἀποδείξεων >καὶ πείθειν ὑμᾶς, ὅτι καὶ τοὺς παρεληλυθότας χρόνους οὕτως ἐπι- στεύομέν τε καὶ ἐκηρύσσομεν. >Ἡ ἐν τῇ συνόδῳ ὑπαγορευθεῖσα πίστις.