Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 37
Gelasius, Historia Ecclesiastica 37.26
Not analysed yet
περὶ ὡν καὶ Εὐσέβιος ὁ Παμφίλου διαλαμβάνων ὧδέ πως λέγει· οὕτω δὴ τοὺς ἁγίους ἐπισκόπους μετὰ πλείστης ὅσης εὐλαβείας διαναπαύσας ὁ πανεύφημος καὶ πιστότατος βασιλεὺς Κωνσταντῖνος συνταξάμενός τε σφᾶς ἐπανιέναι οἴκαδε τοὺς πάντας ἠφίει. οἱ δὲ ἐπανῄεσαν σὺν εὐφροσύνῃ πολλῇ, ἐκράτει τε λοιπὸν μία γνώμη παρὰ τοῖς πᾶσι παρ’ αὐτῶ̣ βασιλεῖ συμφωνηθεῖσα, συναπτομένων ὥσπερ ἓν σῶμα τῶν ἐκ μακροῦ διῃρημένων.