Ancient Greek · ~1 min
ΛΟΓΟΣ Bݲ, Chapter 37
Gelasius, Historia Ecclesiastica 37.27
Not analysed yet
χαίρων δῆτα ὀ βασιλεὺς ἐπὶ τῷ κατορθώματι, τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ ἐπισκόποις καρπὸν εὐθαλῆ δι᾿ ἐπιστολῶν ἐδωρεῖτο, λαοῖς τε πᾶσι τοῖς τε κατ’ ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις οἰκοῦσι χρημάτων ἀφθόνους διαδόσεις ποιεῖσθαι παρεκελεύετο, ὧδέ πη γεραίρων τὴν ἑορτὴν τῆς εἰκοσαετοῦς αὐτοῦ βασιλείας,