Ancient Greek · ~3 min
4.3 to 4.6
Gelasius, Historia Ecclesiastica 4.3-3-6
Not analysed yet
ἀπέσταλται δὲ >γράμματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν τῆς διοικήσεως >καθολικόν, ὅπως ἅπαντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια >παρασχεῖν φροντίσῃ. ἵνα γὰρ ὡς τάχιστα τὰ γραφέντα σωμάτια >κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται, καὶ γὰρ >δύο δημοσίων ὀχημάτων ἐξουσίαν εἰς διακομιδὴν ἐκ τῆς αὐθεντίας >τοῦ γράμματος ἡμῶν λαβεῖν σε προσήκει. οὕτω γὰρ ἂν μάλιστα τὰ >καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη, >ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων >ὃς ἐπειδὰν ἀφίκοιτο πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλαν- >θρωπίας. ὁ θεὸς διαφυλάξει σε, ἀδελφὲ«. Ικανὰ μὲν οὖν καὶ ταῦτα τεκμηριῶσαι, μᾶλλον δὲ διδάξαι σαφῶς, ὅπως ὁ πανεύφημος βασιλεύς, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν, πᾶσαν εἰς τὰ θεῖα μετατέθεικε τὴν σπουδήν.