Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 4
Gelasius, Historia Ecclesiastica 4.7-2
Not analysed yet
Προσθήσω δὲ ὅμως τοῖς εἰρημένοις τὰ περὶ τὸν σωτήριον αὐτῷ τάφον κατωρθωμένα. μαθὼν γὰρ ὡς οἱ κορυβαντιῶντες καὶ περὶ τὴν τῶν εἰδώλων θεραπείαν βεβακχευμένοι τὸν μὲν δεσποτικὸν τοῦ κυρίου κατέχωσαν τάφον, λήθῃ παραδοῦναι φιλονεικοῦντες τῆς τῶν ἀνθρώπων σωτηρίας τὴν μνήμην, ἐπὶ τούτῳ δὲ τῆς ἀκολάστου δαίμονος Ἀφροδίτης ἐδομήσαντο οἶκον, καταλυθῆναι μὲν δὴ ὡς τάχιστα τὸ μυσαρὸν ἐκεῖνο προσέταξεν οἰκοδόμημα ὁ πιστότατος βασιλεύς, τὸν δὲ χοῦν ἐκεῖνον τὸν ἐναγέσι μολυνθέντα θυσίαις ἐκφορηθῆναι καὶ πόρρω που ῥιφῆναι τοῦ ἄστεος, εἶτα ναὸν τοῦ σωτῆρος ἡμῶν θεοῦ οἰκοδομηθῆναι μέγιστον καὶ κάλλιστον προστάττει. δηλοῖ δὲ ταῦτα σαφέστερον ἡ τοῦ θεοφιλεστάτου βασιλέως ἐπιστολή, ἣν τὸν πρόεδρον τῆς ἐκκλησίας ἐκείνης, τῆς ἐν Ἱεροσολύμοις λέγω, ἐπέστειλε. Μακάριος δὲ ἦν τότε, οὑ καὶ ἔμπροσθεν ἐμνήσθημεν, ὃς καὶ τῇ μεγάλῃ τῇ κατὰ Νίκαιαν κεκοινωνήκει συνόδῳ καὶ τὴν τῆς Ἀρείου σὺν τοῖς ἄλλοις βλασφημίας κατέλυσε φλόγα. Ἐπιστολὴ Κωνσταντίνου τοῦ εὐσεβοῦς βασιλέως τῷ <ἐπισκόπῳ> Ἱεροσολύμων περὶ τοῦ σωτηρίου τάφοι.