Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 5
Gelasius, Historia Ecclesiastica 5.8
Not analysed yet
>Τὴν δὲ τῆς βασιλικῆς τοῦ αὐτοῦ οἴκου καμάραν, πότερον λακω- >ναρίαν ἢ διά τινος ἑτέρας φαιδροτάτης ἐργασίας δοκεῖ γενέσθαι, >σοῦ γνῶναι βούλομαι. εἰ γὰρ λακωναρία μέλλοι εἶναι, δυνήσεται >χρυσῷ καλλωπισθῆναι τὸ λειπόμενον. καὶ περὶ τούτων ἡ σὴ >της τοῖς προειρημένοις δικασταῖς τὸ τάχος γνωρισθῆναι ποιήσει, ὅσων >τε καὶ ἐργατῶν καὶ τεχνιτῶν καὶ ἀναλωμάτων χρεία· ἅτινα καὶ >ἐμὲ εὐθέως ἀνενεγκεῖν σπούδασον, οὐ μόνον περὶ τῶν >καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν λακωναριῶν, εἴ γε τοῦτο >ἐπικρίνειας. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ«. Περὶ τῆς εἰς τὰ Ἱεροσόλυμα ὁδοιπορίας τῆς μακαρίας Ἑλένης.