Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 6
Gelasius, Historia Ecclesiastica 6.1
Not analysed yet
Τούτοις τοῖς γράμμασιν οὐκ ἄλλος τις διηκόνησεν ἀλλ’ αὐτοῦ τοῦ βασιλέως ἡ μήτηρ, ἡ καλλίπαις ἐκείνη καὶ παρὰ πάντων τῶν εὐσεβῶν ᾀδομένη, ἡ τὸν μέγαν τοῦτον φωστῆρα τῇ οἰκουμένῃ τεκοῦσα καὶ τὴν τῆς εὐσεβείας αὐτῷ ἐκ παιδόθεν προσενεγκοῦσα τροφήν (οὐχ ἡττον γὰρ καὶ αὐτὴ τοῦ τοῦ παιδὸς πατρός, ἑαυτῆς δὲ ἀνδρὸς Κωνσταντίου τοῖς θείοις αὐτὸν τῆς εἰς Χριστὸν εὐσεβείας ἀνεθρέψατο νόμοις)·