Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 6
Gelasius, Historia Ecclesiastica 6-3
Not analysed yet
Ἐπιτελέσας δὲ ὁ βασιλεὺς ἐπινίκιον κατὰ Λικιννίου ἑορτήν, ἀπήντα καὶ αὐτὸς εἰς τὴν Νίκαιαν. τῇ δὲ ἑξῆς πάντες ἅμα οἱ ἐπίσκοποι εἰς ἕνα τόπον συνήρχοντο, παρῄει δὲ καὶ ὁ βασιλεὺς μετ’ αὐτούς, καὶ ἐπεὶ παρῆλθεν, εἰς μέσον ἔστη καὶ οὐ πρότερον καθίζειν ᾑρεῖτο, πρὶν ἂν οἱ ἐπίσκοποι ἐπινεύσειαν· τοσαύτη τις εὐλάβεια καὶ αἰδὼς τῶν ἀνδρῶν τὸν βασιλέα κατεῖχε. πρὸς οὓς ὁ βασιλεὺς ὁ πανεύφημος παραινετικὸν καὶ διδασκαλικὸν προσενήνοχε λόγον εἰς ὕμνησιν καὶ δοξολογίαν καὶ εὐχαριστίαν τοῦ τῶν πάντων θεοῦ τοῦ τοσαῦτα αὐτῷ χαρισαμένου, ὠδέ πως λεγων· Λόγος Κωνσταντίνου Σεβαστοῦ προσφωνητικὸς πρὸς τὴν ἁγίαν σύνοδον.