Ancient Greek · ~4 min
7.1 to 7.4
Gelasius, Historia Ecclesiastica 7.1-3-4
Not analysed yet
Ἐπιθυμητῶς γοῦν ἔχουσα καὶ πυρὸς δίκην ἐκκαιομένη τῇ καρδίᾳ τῆς τῶν ἁγίων τόπων καταλήψεως ἕνεκα καὶ τῆς τε τοῦ σωτηρίου πάθους κοὶ τῆς τοῦ τιμίου ξύλου τοῦ τοῦ Χριστοῦ σταυροῦ ἀναζητήσεως φθάνει τὰ Ἱεροσόλυμα. ἐπειδὴ δὲ τὸ χωρίον εἶδεν ἐκεῖνο, τὸ τῆς κοινῆς σωτηρίας τὰ πάθη δεξάμενον, εὐθὺς μὲν τὸν μυσαρὸν ἐκεῖνον ναὸν καταλυθῆναι εἰς ἔδαφος καὶ τὸν χοῦν ἐκεῖνον τὸν ἐναγῆ πόρρω που ἐκριφῆναι προσέταξε. δήλου δὲ τοῦ κεκρυμμένου τόπου γεγενημένου, ὤφθησαν παρὰ τὸ δεσποτικὸν μνῆμα τρεῖς κατακεχωσμένοι σταυροί. καὶ ὅτι μὲν εἷς ἐκ τούτων ὁ τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν ἐτύγχανεν ὤν, οἱ δὲ ἕτεροι τῶν σὺν αὐτῷ προσηλωθέντων λῃστῶν, ἀναμφισβητήτως ἐπίστευον ἅπαντες· ἠγνόουν δὲ ὅμως τὸν τῷ δεσποτικῷ ἐκείνῳ καὶ ἁγίῳ πελάσαντα σώματι καὶ τοῦ τιμίου αἵματος τὴν λιβάδα δεξάμενον. Ἀλλ’ ὁ σοφώτατος ἐκεῖνος καὶ θεῖος ὄντως Μακάριος, ὁ τῆς ἐκκλησίας ἔκείνης πρόεδρος, τοιῷδε πόρῳ τὴν ἀπορίαν διέλυσε. γυναικὶ περιφανεστάτῃ τῆς ἐκεῖσε πόλεως, νόσῳ κατεχομένῃ μακρᾷ καὶ ὁρώσῃ πρὸς θάνατον τὰ ξύλα προσενεχθῆναι σκοπήσας, ἔγνω τοῦ σωτηρίου σταυροῦ τὴν δύναμιν, τοιαδε προσευχῇ πρὸς τὸν θεὸν χρησάμενος·