Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 7
Gelasius, Historia Ecclesiastica 7.5-3
Not analysed yet
κλίνας τὰ γόνατα πρὸς τὸ τοῦ γυναίου σκιμπόδιον, φωνῇ μεγάλῃ ἐβόησε, συνούσης αὐτῷ καὶ τῆς θεοφιλεστάτης Ἑλένης καὶ ἀνθρώπων πολλῶν· >σύ, δέσποτα θεὲ παντοκράτορ, ὁ διὰ τοῦ σου παιδὸς Ἰησοῦ Χριστοῦ τῷ τῶν ἀνθρώπων γένει τὴν σωτηρίαν ἐν τῷ τοῦ σταυροῦ ξύλῳ ἐργασάμενος, ὁ καὶ νῦν ἐπ᾿ ἐσχάτων τῶν χρόνων τῇ σῇ θεραπαινίδι ἐμπνεύσας σὺν τῷ ταύτης παιδί, σῷ δὲ θεράποντι, ἐπιζητῆσαι τὸ μακάριον ξύλον, ἐν ᾡ ὁ σωτὴρ πάν- των ἀνθρώπων, μάλιστα πιστῶν, Χριστὸς καθηλώθη σαρκί, ἀνάδειξον ἡμῖν, κύριε, ποῖον ἐκ τούτων τῶν τριῶν ξύλων ἐστὶν ὁ σταυρὸς τοῦ Χριστοῦ, ὃς διὰ τῆς προσψαύσεως αὐτοῦ τῆς δι᾿ ἡμῶν γινομένης ἐπὶ ταύτην τὴν ἀσθενῆ καὶ ἡμιθανῆ πρὸς ὑγείαν αὐτῆς καὶ ἐξανάστασιν χειραγωγὸς γένηται ὡς δὲ ἐπαύσατο προσευξάμενος,