Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 7
Gelasius, Historia Ecclesiastica 7.5
Not analysed yet
Οἷς ἐπιλέγει ὁ αὐτός· ταῦτα καὶ ὅσα τούτοις ἀδελφά τε καὶ ἐμφερῆ Κωνσταντῖνος δὲ] τὸν πανηγεμόνα καὶ τῆς νίκης αἴτιον θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ υἱὸν Ἰησοῦν Χριστὸν αὐτοῖς ἔργοις ἀνυμνήσας, ἐπὶ Ῥώμην μετ’ ἐπινικίων εἰσήλαυνε, πάντων ἀθρόως αὐτὸν ἅμα κομιδῇ νηπίοις καὶ γυναιξὶ τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ τῶν ἄλλως διασημοτάτων σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν αὐταῖς ψυχαῖς οἷα λυτρωτὴν σωτῆρά τε καὶ εὐεργέτην μετ’ εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑποδεχομένων·