Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 7
Gelasius, Historia Ecclesiastica 7.6
Not analysed yet
ὃ δὲ ἔμφυτον τὴν εἰς τὸν θεὸν εὐσέβειαν κεκτημένος, μηδ’ ὅλως ἐπὶ ταῖς βοαῖς ὑποσαλευόμενος μηδὲ ἐπαιρόμενος ταῖς ἐπαίνοις εὖ μάλα τῆς ἐκ θεοῦ συναισθόμενος βοηθείας, αὐτίκα τὸ τοῦ σωτηρίου πάθους τρόπαιον ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἀνατεθῆναι προστάττει. καὶ δὴ σταυροῦ σημεῖον ἐν τῇ δεξιᾷ κατέχοντα αὐτὸν ἐν τῷ μάλιστα τῶν ἐπὶ Ῥώμης δεδημοσιευμένων τόπῳ στήσαντες, αὐτὴν δὴ ταύτην προγραφὴν ἐνταχθῆναι ῥήμασιν αὐτοῖς ἐγκελεύεται τῇ Ῥωμαίων φωνῇ·