Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 7
Gelasius, Historia Ecclesiastica 7.6-3
Not analysed yet
προσφέρει τὸ πρῶτον ξύλον καὶ ἐπιτίθησιν ἐπὶ τὴν ἀσθενῆ· ἀλλ᾿ οὐδὲν αὐτὴν ὤνησεν. εἶτα προσάγει καὶ τὸ δεύτερον· ἀλλὰ καὶ αὐτὸ ἄπρακτον ἐδείχθη. ὅτε δὲ ἐξέτεινε τὴν χεῖρα ἐπὶ τὸ τρίτον, αὖθις τῇ σκιάσει τὸ ξύλον τῇ ἀσθενεῖ προσήγγισε καὶ θαῦμα μέγιστον γέγονεν. ἄφνω γὰρ ἡ ἡμιθανὴς τοὺς ὀφθαλμοὺς διήνοιξεν· εἶτα ἐπιταθέντος αὐτῇ τοῦ τιμίου καὶ δεσποτικοῦ σταυροῦ, εὐθέως ἀνεπήδησε, καὶ στᾶσα ἐπὶ τοὺς πόδας τῷ θεῷ δόξαν ἀνέπεμπε, τοσούτῳ κρείσσων ἑαυτῆς γενομένη, καὶ πάντα τὸν οἶκον περιπορευομένη χαίρουσά τε πανοικὶ μεγαλοφώνως εὐηγγελίζετο τοῦ θείου σταυροῦ τὴν δύναμιν.