Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 8
Gelasius, Historia Ecclesiastica 8.1-2
Not analysed yet
Ἀλλὰ τὸ κατὰ τὴν σύνοδον γεγονὸς θαυμαστὸν παρὰ του τὰ πάντα νικηφόρου βασιλέως οὐκ ἄξιον σιωπῇ παραπέμψασθαι. καὶ γὰρ ἐπισυναχθέντων πάντων τῶν ἐπισκόπων καί, καθὼς ἔθος ἐστί, γενομένων ζητήσεών τε καὶ συγκρίσεων παρά τινων τῶν ἐπισκόπων ἐρεσχελιῶν ἕνεκα ἄλλου πρὸς ἄλλον ἔχοντος, λιβέλλων τε ἐπιδιδομέ- νων ὑπ᾿ αὐτῶν καὶ ἐγκλημάτων συγκροτουμένων παρὰ τῷ εὐσεβεῖ βασιλεῖ, δεξάμενος τοὺς λιβέλλους σφραγίσας τε τῷ δακτυλίῳ αὐτοῦ ἐκέλευσε φυλάττεσθαι·