Ancient Greek · ~7 min
8.2 to 8.7
Gelasius, Historia Ecclesiastica 8.2-7
Not analysed yet
ἐνορῶν τε τῶν τοιούτων ἐπισκόπων τὴν πρὸς ἀλλήλους ζυγομαχίαν, εἶπεν, ὅτι χρὴ πάντας ὁμοῦ ἐν μιᾷ ἡμέρᾳ συνελθόντας περὶ τούτων διαλαβεῖν. καὶ ἐνστάσης τῆς προθεσμίας εἰς μέσον καθίσας ὁ βασιλεὺς καὶ ἡσυχίας γενομένης τῷ καιρῷ πρεπούσης πάντων τοὺς λιβέλλους προσέταξεν ἐνεχθῆναι· καὶ δὴ δεξάμενος καὶ ἐν τῷ οἰκείῳ κόλπῳ θέμενος μήτε ἐγκύψαι τοῖς ἐμφερομένοις ἐθελήσας, λέγει· »τοῦ θεοῦ ὑμᾶς προχειρισαμένου ἱερεῖς τε καὶ ἄρχοντας κρίνειν τε καὶ διακρίνειν τὰ πλήθη καὶ θεοὺς εἰναι ἅτε δὴ ἀνθρώπων ἁπάντων ὑπερέχοντας ὁρισαμένου κατὰ τὸ εἰρημένον· >ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες< καὶ τό· >ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν< χρὴ τῶν μὲν κοινῶν ἀλιγωρεῖν πραγμάτων, πᾶσαν δὲ τὴν σπουδὴν περὶ τὰ θεῖα ποιεῖσθαι«. καὶ κελεύσας ἐνεχθῆναι πῦρ, ἐμπρησθῆναι τοὺς λιβέλλους προσέταξεν. ἔσπευδε γὰρ μηδένα τῶν ἔξω ἐπιγνῶναι τῶν τοιούτων ἐπισκόπων τὴν ἀνώμαλον ἐπιχείρησιν· τοσαύτη ἡ τοῦ βασιλέως πρὸς τοὺς ἱερεῖς τοῦ θεοῦ εὐλάβεια, ἣν θαυμάσειαν ἅπαντες οἱ εὖ φρονοῦντες. Κἀκεῖνο δὲ ὁμοιότροπον τούτῳ ὑπ᾿ αὐτοῦ γεγενημένον οὑ δίκαιον ἡγοῦμαι παραδοῦναι σιγῇ. φιλαπεχθήμονες γὰρ ἄνδρες καὶ φιλολοίδοροι λαϊκοὶ ἐγράφαντο τῶν ἐπισκόπων τινὰς καὶ τῷ βασιλεῖ τὰς ἐγγράφους κατηγορίας ἐπέδοσαν καὶ ταῦτα πρὸ τῆς γεγενημένης ὁμονοίας. ὁ δὲ καὶ ταύτας δεξάμενος, εἶτα δεσμὸν ἐπιθεὶς καὶ τῷ δακτυλίῳ σημηνάμενος, φυλαχθῆναι καὶ ταύτας ἐκέλευσεν. εἶτα τὴν σύμβασιν τῆς ὁμονίας ἐργασάμενος, ταύτας κομισθῆναι προστά- ξας, παρόντων ἁπάντων τῶν ἐπισκόπων πυρὶ καὶ ταύτας κατέκαυσεν, ὀμωμοκὼς μηδὲν τῶν ἐγγεγραμμένων ἀνεγνωκέναι. οὐ γὰρ ἔφη χρῆναι τῶν ἱερίων τὰ πλημμελήματα δῆλα τοῖς πολλοῖς γίνεσθαι, ἵνα μὴ σκανδάλου πρόφασιν ἐντεῦθεν λαμβάνοντες ἀδεῶς ἁμαρτάνωσι. φασὶ δὲ αὐτὸν καὶ τοῦτο προσθεῖναι, ὡς εἰ αὐτόπτης ἐπικσκόπου ἐγεγόνει γάμον ἀλλότριον διορύττοντος, συγκαλύψαι ἂν τῇ πορφυρίδι τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψαι τοὺς θεωμένους τῶν δρωμένων ἡ ὄψις. τοσαύτη ἡ τοῦ βασιλέως θεοφιλὴς καὶ ἀξιάγαστος σύνεσις.