Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 9
Gelasius, Historia Ecclesiastica 9.16
Not analysed yet
Πλείστη δὲ τοῦ θεοῦ χάρις προσετέθη μετὰ τὴν χειροτονίαν τῷ ἀνδρί, τὰς ἀποστολικὰς ἀφιέντι ἀκτῖνας. φθάσας γὰρ τὴν προρρη- θεῖσαν ἐνδοτάτην Ἰνδίαν, ἐπὶ σημείοις καὶ δυνάμεσι τὸ τοῦ Χριστοῦ βεβαιῶν εὐαγγέλιον, πολλὰ πλήθη τῶν Ἰνδῶν ἐπὶ τὴν τοῦ Χριστοῦ ἀληθῆ πίστιν ἐφείλκυσε, γνησιώτατα αὐτῶν τὸν θεῖον δι᾿ αὐτοῦ παραδεξαμένων λόγον. διὸ καὶ ἐκκλησίαι καὶ χειροτονίαι εἰς πλῆθος ηὔξησαν ἐν ἐκείνοις τοῖς ἔθνεσι.