Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 9
Gelasius, Historia Ecclesiastica 9.15
Not analysed yet
τότε δῆτα ὁ μέγας Ἀθανάσιος σφόδρα σοφῶς καὶ συνετῶς τοῖς εἰρημένοις προσέχων, λέγει τῷ Φρουμεντίῳ· »καὶ τίνα εὑρήσομεν ἄλλον τοιοῦτον ἄνδρα, ἐν ᾡ πνεῦμα θεοῦ ἐν αὐτῶ̣ κατὰ σὲ, ἀδελφέ, τὸν δυνάμενον ταῦτα ὀρθῶς διακελεύσασθαι καὶ τὰς ἐκκλησίας ὡς ἔνι μάλιστα τὰς ἐκεῖσε ἰθύνειν«; καὶ χειροτονήσας αὐτὸν ἐπίσκοπον κελεύει πάλιν εἰς Ἰνδοὺς ἀποδημῆσαι καὶ τὰς ἐκεῖσε ἐκκλησίας καθιερῶσαι καὶ αὐτόθι λαοῦ προμηθεῖσθαι.