Ancient Greek
9.4 to 9.5
Gelasius, Historia Ecclesiastica 9.4-2-5
Not analysed yet
ἐπειδὴ δὲ ἔθος καὶ νόμος ἠν τοῖς ἐκεῖσε βαρβάροις τοὺς σπονδαῖς τῆς εἰρήνης τῆς πρὸς αὐτοὺς μὴ στοιχοῦντας Ῥωμαίους τοὺς ἀφ΄ ἡμῶν παρ΄ αὐτοῖς εὑρισκομένους ἀναιρεῖν, συνέβη καὶ τότε κατὰ κράτος λελύσθαι τὰς σπονδὰς ἑκατέρων, ἐν ᾡ καιρῷ ὁ Μερόπιος τὴν ἐνδοτάτην Ἰνδίαν ἱστόρησεν ἅμα Φρουμεντίῳ καὶ Αἰδεσίῳ. στενω- θέντες γοῦν τῇ τῶν ἀναγκαίων λήψει, μάλιστα ὕδατος, ἀπάραντες ἐκ τῆς χώρας καὶ τῇ θαλάσσῃ προσπλέοντες, προσορμίζονται τοῖς κατὰ τοὺς ἐκείνους ἐκείνους τοὺς ἐνδοτάτους διαφέρουσι τόποις, μὴ δυνηθέντες προβῆναι ἀνέμων ἐναντιότητι κωλυθέντες. καὶ δὴ ἐπὶ ἡμέρας τινὰς λανθάνοντες ἦσαν ἐκεῖσε, ἐκ τῆς αὐτόθι γῆς ποριζόμενοι τὰς χρείας τοῦ σώματος.