Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 9
Gelasius, Historia Ecclesiastica 9.6-2
Not analysed yet
ἐν μιᾷ δὲ τῶν ἡμερῶν <τῶν> παίδων ὑπό τι ἐνδρον ἐπαδολεσχούντων ἀναγνώσμασιν, ἐπιστάντες οἱ βάρβαροι κατέσφαξαν σὺν τῷ Μεροπίῳ ἅπαντας πλὴν τῶν προρρηθέντων παίδων Φρουμεντίου κοὶ Αἰδεσίου, οὓς ἰδόντες καὶ εἰς ἐλθόντες ὡς ἅτε παίδων ἐφείσαντο, καὶ δῶρον αὐτοὺς τῷ οἰκείῳ βασιλεῖ προσήγαγον· ὧν εὐθὺς τὸν Φρουμέντιον, αἰσθόμενος αὐτοῦ τῆς εὐφυίας ὁ βασιλεὺς ἐπίτροπον οὐτοῦ καθίστα ἐπὶ τοῖς οἴκοι γινομένοις ἀναλώμασι, τὸν δὲ Αἰδέσιον οἰνοχοεῖν αὐτῷ διετύπωσεν.