Ancient Greek · ~3 min
ΛΟΓΟΣ Aݲ, Chapter 9
Gelasius, Historia Ecclesiastica 9.5
Not analysed yet
Γίνεται δὲ αὐτῷ τὰ τῆς καταστροφῆς, οὐχ οἱα στρατηγοῖς πολεμάρχαις ὑπὲρ ἀρετῆς καὶ γνωρίμων πολλάκις ἀνδριζομένοις ἐν πολέμῳ τὴν εὐκλεῆ τελευτὴν εὐθαρσῶς ὑπομεῖναι, ἀλλὰ γὰρ ἅπαξ ὢν δυσσεβὴς καὶ θεομάχος, τῆς παρατάξεως ἐν ταὐτῷ πρὸ τοῦ πεδίου συνεστώσης οἴκοι μένων αὐτὸς καὶ κρυπταζόμενος τὴν τιμωρίαν ὑπέχει, ἀθρόως θεοῦ πληγεὶς μάστιγι, ὡς ἀλγηδόσι δεινῶς καὶ περιωδυνίαις ἐλαυνόμενον πρηνῆ καταπεσεῖν λιμῷ τε διαφθείρεσθαι τάς τε σάρκας αὐτοῦ ὅλας ἀοράτῳ καὶ θεηλάτῳ πυρὶ κατατήκεσθαι· ὡς διαρρεύσαντα τὸ μὲν πᾶν εἶδος τῆς παλαιᾶς μορφῆς ἀφανισθῆναι, ξηρῶν δ’ αὐτὸ μόνον ὀστέων οἷόν τι μακρῷ χρόνῳ κατεσκελετευμένον εἴδωλον ὑπολειφθῆναι· ὡς μηδὲν ἄλλο τι νομίζειν τοὺς παρόντας ἢ τάφον αὐτῷ τῆς ψυχῆς γεγονέναι τὸ σῶμα ἐν εἴδει νεκρῶ καὶ παντελῶς ἀπορρεύσαντι κατορωρυγμένης·