Ancient Greek · ~1 min
ΛΟΓΟΣ Aݲ, Chapter 9
Gelasius, Historia Ecclesiastica 9.6
Not analysed yet
σφοδρότερον δὲ ἔτι μᾶλλον τῆς θέρμης αὐτὸν ἐκ βάθους μυελῶν καταφλεγούσης, προπηδῶσί τε αὐτοῦ τὰ ὄμματα καὶ τῆς ἰδίας λήξεως ἀποπεσόντα πηρὸν αὐτὸν ἀφιᾶσιν. ὃ δὲ ἐπὶ τούτοις ἀναπνέων ἀνθομολογούμενος τῷ κυρίῳ θάνατον ἐπεκαλεῖτο· καὶ τὸ πανύστατον ἐνδίκως ταῦτα τῆς κατὰ τοῦ Χριστοῦ παροινίας ἕνεκα πεπονθέναι ὁμολογήσας ἀφίησι τὴν ψυχήν. Περὶ τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως