Ancient Greek
Cap. VIII. Περὶ μηνῶν.
Geminus, Elementa astronomia 13-3
Not analysed yet
τούτοις δὲ ἀκολούθως καὶ ὁ Ἄρατος ἐπὶ τῶν προσηγοριῶν τῶν ἡμερῶν ἀποφαίνεται λέγων οὕτως· οὐχ ὁράᾳς; ὀλίγη μὲν ὅταν κεράεσσα σελήνη ἑσπερόθεν φαίνηται, ἀεξομένοιο διδάσκει μηνός, ὅτε πρώτη ἀποκίδναται ἔνδοθεν αὐγή· ὅσσον ἐπισκιάει 〈δ’〉 ἐπὶ τέτρατον ἦμαρ ἰοῦσα· ὀκτὼ δ’ ἐν διχάσει· διχόμηνα δὲ παντὶ προσώπῳ· αἰεὶ δ’ ἄλλοθεν ἄλλα παρακλίνουσα μέτωπα εἴρει, ὁποσταίη μηνὸς περιτέλλεται ἠώς. ἐν γὰρ τούτοις σαφῶς φησιν ἐκ τῶν φωτισμῶν τῆς σελήνης τὰς προσηγορίας τῶν ἡμερῶν κατωνομάσθαι.