Ancient Greek
15 to 16
Geminus, Elementa astronomia 15-3-16
Not analysed yet
ἀμφίκυρτος δὲ τὸ δεύτερον τάχιστα μὲν γίνεται περὶ τὴν δεκάτην ὀγδόην, βραδυτάτη δὲ περὶ τὴν εἰκοστὴν καὶ δευτέραν. διχότομος δὲ γίνεται τὸ δεύτερον τάχιστα μὲν περὶ τὴν εἰκάδα καὶ μίαν, βραδυτάτη δὲ περὶ τὴν εἰκάδα καὶ τρίτην. μηνοειδὴς δὲ τὸ δεύτερον γίνεται τάχιστα μὲν περὶ τὴν εἰκοστὴν ⟨καὶ⟩ πέμπτην, βραδυτάτη δὲ περὶ τὴν εἰκοστὴν καὶ ἕκτην. [Ὁ δὲ πᾶς μηνιαῖος χρόνος ἡμερῶν ἐστι κθ′ ϛ" λγου. ἔστι γὰρ μὴν χρόνος ἀπὸ συνόδου εἰς σύνοδον 〈ἢ〉 ἀπὸ τῆς πανσελήνου ἐπὶ τὴν πανσέληνον. σύνοδος δέ ἐστι χρόνος, ἐν ᾧ ὁ ἥλιος καὶ ἡ σελήνη ἐν τῇ αὐτῇ μοίρᾳ γίνονται, ὅπερ συμβαίνει τῇ τριακάδι.]