Ancient Greek
Cap. XVIII. Περὶ ἐξελιγμοῦ.
Geminus, Elementa astronomia 18-6
Not analysed yet
Εὑρίσκεται δὲ τοῦτο ποιῶν ὁ τῶν ιη′ ἑξηκοστῶν πρώτων. ἐὰν γὰρ ταῦτα πολυπλασιασθῇ ἐπὶ τὸ τέταρτον μέρος τῆς ἀποκαταστάσεως, ἐπὶ τὰς ἡμέρας ϛ′, νγ′ πρῶτα λεπτὰ καὶ κ′ λεπτὰ δεύτερα, ἀποτελοῦνται μοῖραι β′ καὶ πρῶτα ἑξηκοστὰ δ′. ταῦτα προσέθηκα τῇ μέσῃ κινήσει, τοῖς ι̅γ̅ ι′ λε′′, καὶ γίνονται μοῖραι ι̅ε̅ ιδ′ λε′′· καὶ ἀφεῖλον ἀπὸ τῆς μέσης κινήσεως τὰς β′ μοίρας καὶ τὰ πρῶτα Ἑξηκοστὰ δ′, καὶ καταλείπονται μοῖραι ῑᾱ ϛ′ ιη′′.