Ancient Greek
Cap. VIII. Περὶ μηνῶν.
Geminus, Elementa astronomia 24-4
Not analysed yet
ὅθεν τὰ Ἴσια πρότερον μὲν ἤγετο κατὰ τὰς χειμερινὰς τροπάς, καὶ πρότερον δ’ ἔτι κατὰ τὰς θερινὰς τροπάς, ὡς καὶ Ἐρατοσθένης ἐν τῷ περὶ τῃς ὀκταετηρίδος ὑπομνήματι μνημονεύει, καὶ ἀχθήσεται [πάλιν] κατὰ φθινόπωρον καὶ κατὰ τὰς θερινὰς τροπὰς καὶ κατὰ τὸ ἔαρ καὶ ⟨πάλιν⟩ κατὰ τὰς χειμερινὰς τροπάς. ἐν ἔτεσι γὰρ ,αυξ′ ἅπασαν ἑορτὴν διελθεῖν δεῖ διὰ πασῶν τῶν τοῦ ἐνιαυτοῦ ὡρῶν καὶ πάλιν ἀποκατασταθῆναι ἐπὶ τὸν αὐτὸν καιρὸν τοῦ ἔτους.