Ancient Greek
Cap. XIII. Περὶ ἀνατολῶν καὶ δυσμῶν.
Geminus, Elementa astronomia 29
Not analysed yet
Τοῖς δὲ ἐπὶ τοῦ ζῳδιακοῦ 〈κύκλου〉 κειμένοις ἅμα γίνεται ἑῴα ἐπιτολὴ καὶ ἑσπερία δύσις, καὶ πάλιν ἅμα ἑῴα δύσις καὶ ἑσπερία ἐπιτολή. τοῖς δὲ λοιποῖς ἄστροις οὐχ ἅμα τὰ προειρημένα εἴδη ἐπιτελεῖται, ἀλλὰ διαλλάσσει κατὰ τοὺς χρόνους.