Ancient Greek
Cap. XVI. Περὶ οἰκλησεων.
Geminus, Elementa astronomia 6
Not analysed yet
Ἀναμεμετρημένου δὲ τοῦ μεγίστου κύκλου τῶν ἐν τῇ γῆ〈, ὃς κεῖται〉 κατὰ τὸν ἐν τῷ κόσμῳ μεσημβρινόν, καὶ εὑρημένου μυριάδων κε′ καὶ σταδίων β, τῆς 〈δὲ〉 διαμέτρου μυριάδων η′ καὶ σταδίων δ, διαιρουμένου τε τοῦ μεσημβρινοῦ κύκλου εἰς μέρη ξ′, καλεῖται τὸ ἓν τμῆμα ἑξηκοστόν, ὃ γίνεται σταδίων δσ′· ἐὰν γὰρ μερισθῶσιν αἱ κε′ μυριάδες καὶ τὰ β στάδια εἰς μέρη ξ′, γίνεται τὸ ἑξηκοστὸν σταδίων δσ′.