Ancient Greek
Page 22
Geminus, Fragmenta optica [Dub.] 22
Not analysed yet
Ὅτι αἱ πρὸς ὄμμα τε καὶ ὀρθογώνιοι στοαὶ πόρρωθεν μείουροι φαίνονται, καὶ τῶν πύργων οἱ τετράγωνοι στρογγύλοι καὶ προσπίπτοντες πόρρωθεν ὁρώμενοι, ἄνισα δὲ τὰ ἴσα φατνώματα παρὰ τὰς θέσεις καὶ τὰ μήκη. ὅτι ὑποτίθεται ἡ ὀπτικὴ τὰς ἀπὸ τοῦ ὄμματος ὄψεις κατ' εὐθείας γραμμὰς φέρεσθαι καὶ τοῦ ὄμματος συμπεριφερομένου συμπεριφέρεσθαι καὶ τὰς ὄψεις καὶ ἅμα τῷ ὄμματι διανοιγομένῳ πρὸς τὸ ὁρώμενον τὰς ὄψεις γίνεσθαι.