Ancient Greek · ~4 min
Page 419
Gennadius I Scr. Eccl., Fragmenta in epistulam ad Galatas (in catenis) 419
Not analysed yet
Gal 3,20 Λέγει τοίνυν ὅτι Μωϋσῆς μὲν ἐμεσίτευσε πρὸς τὴν δόσιν τοῦ νόμου, ἀλλ' ἑνὶ μόνον ἐμεσίτευσεν ἔθνει· δεῖ δὲ τὸν ὡς ἀληθῶς μέλλοντα μεσιτεύειν πρὸς τὸν τῶν ἁπάντων ἐθνῶν ἕνα θεόν, οὐχ ὑπὲρ ἑνὸς ἔθνους ἀλλ' ὑπὲρ πάντων κοινῇ τὴν μεσιτείαν ποιήσασθαι, ἐπειδὴ καὶ πάντων ἐθνῶν εἷς ἐστι θεός. εἴη δ' ἂν οὗτος οὐ ψιλὸς ἄνθρωπος οἷος ὁ Μωϋσῆς, ἀλλὰ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, θεός τε ὢν ἀληθῶς ὁ αὐτὸς ἅμα καὶ ἄνθρωπος ἀληθῶς, καὶ τῇ συγγενείᾳ τῇ πρὸς ἑκάτερον εἰς ἓν συνάγων ἐν ἑαυτῷ τὰ ἑκάτερα· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν. Gal 3,21 Οὐ τοίνυν ἐνδεχόμενον ἀλλ' οὐδὲ εὔλογον ἐπ' ἀναιρέσει τῶν εὐλογιῶν δεδόσθαι φάναι τὸν νόμον. Gal 3,23 Ἐπειδὴ τοίνυν, φησίν, οὐκ ἐξ ἀρχῆς ἀλλ' ὕστερον. χάριτι τῆς δικαιώσεως ἡμᾶς ἦν θεῷ δοκοῦν ἀπολαῦσαι, εἰκότως τέως νόμοις ἡ φύσις ἡμῶν περιετειχίζετο κωλυομένη τε καὶ ἀναχαιτιζομένη πρὸς ἑκάστης ἁμαρτίας ἐνέργειαν, ἵνα εἰς τὴν διὰ πίστεως ἀναπεταννυμένην δικαίωσιν εὐτρεπεῖς ἐκ τοῦ φρουρίου τοῦ κατὰ νόμον ἀπολυθείημεν.