Ancient Greek · ~4 min
Page 420
Gennadius I Scr. Eccl., Fragmenta in epistulam ad Galatas (in catenis) 420
Not analysed yet
Gal 4,3 Ἐν τάξει τῶν ἐπιτρόπων καὶ οἰκονόμων τῶν τοὺς ἀτελεῖς τῇ ἡλικίᾳ πρὸς τὸ συμφέρον παιδαγωγούντων ἔλαβε τὰ στοιχεῖα τοῦ κόσμου οἷς ἦμεν διὰ τὸ τῆς γνώσεως ἀτελὲς συμφερόντως δεδουλωμένοι. οὐκ ἄν, ὡς οἶμαι, ἥλιον καὶ σελήνην ἔλαβεν εἰς τάξιν τῶν ἐπιτρόπων διὰ τὸ ἀσύμφορον εἶναι τὴν εἰς ταῦτα ὑποταγήν, ἀλλὰ στοιχεῖά φησι τοῦ κόσμου ἢ τὸν στοιχειώδη εἰσαγωγικὸν νόμον· καὶ γὰρ τοῖς ἐξ Ἰουδαίων πιστοῖς ἔγραφεν, καὶ δηλοῖ τά τε μικρὸν ἀνωτέρω εἰρημένα καὶ τὸ ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. ἢ στοιχεῖα καλεῖ ἡμέρας, ὕδωρ, πῦρ ὧν ἦσαν ἐκ τοῦ εἰς δουλείαν ὑπαγαγόντος νόμου αἱ παρατηρήσεις· ἡμερῶν μὲν ἔν τε σαββάτοις καὶ νουμηνίαις καὶ περιτομαῖς, ὕδατος δὲ ἐν ταῖς σωματικαῖς ἁγνείαις καὶ βαπτισμοῖς, πυρὸς δὲ ἐν τῷ μὴ ἀνακαίειν πῦρ ἐν τοῖς σαββάτοις ἀλλ' ἕωλα ἐσθίειν. ὅρα δὲ τί εἶπεν εἰς τοῦτο ξένον ὁ Εὐσέβιος ἐν τῷ τετάρτῳ λόγῳ τῆς Εὐαγγελικῆς ἀποδείξεως. Gal 4,17 Οὐκ ἐπ' ἀγαθῷ, φησί, τὴν αὐτὴν ὑμῶν εἰς Χριστὸν πίστιν ἀσπάζονται, ἀλλ' ἵνα ὑμᾶς ταύτης ἐκκλείσαντες ἑαυτοῖς ἀναπείσωσιν ἕπεσθαι, πρὸς ὑμετέραν ἀπάτην τὸ τοιοῦτον αὐτοῖς μεμηχάνηται.