Ancient Greek
134.1
Geoponica, Geoponica 134.1
Unproofread scanNot analysed yet
Cap. 48. Ὅτι οὔτε γεωργοὺς οὔτε φυτὰ προσήκει ἀπὸ καλλιόνων τόπων εἰς ἐλάττους μεταφέρειν. Διδύμον. 1 Συμβουλεύουσί τινες μὴ ἐξ ὑγιεινῶν τόπων εἰς τοὺς νοσώδεις μεταφέρειν τὰ φυτά, καὶ τοὺς γεωργοὺς, ἀλλὰ μᾶλλον ἐκ χειρόνων εἰς τοὺς κρείττους, ἢ ὁμοίους, ἢ εἰς τοὺς μὴ πολλῷ ἐλάττους. 2 ξενίζει γὰρ καὶ ταράττει ἢ ἐπὶ τὸ χειρὸν μεταβολὴ τοὺς μεθισταμένους. 3 οὐ μόνον δὲ ἐπὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν παρατηρεῖν τοῦτο τοῖς σοφωτάτοις δοκεῖ.